Add parallel Print Page Options

18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης 19 ἔπεμψεν πρὸς τὸν [a]κύριον λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ [b]ἄλλον προσδοκῶμεν; 20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς [c]ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; 21 ἐν [d]ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς [e]ἐχαρίσατο βλέπειν. 22 καὶ [f]ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· [g]τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, [h]κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.

24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν [i]πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου· Τί [j]ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25 ἀλλὰ τί [k]ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26 ἀλλὰ τί [l]ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27 οὗτός ἐστιν περὶ οὗ γέγραπται· [m]Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 28 [n]λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν [o]Ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:19 κύριον WH Treg NIV ] Ἰησοῦν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:19 ἄλλον NIV RP ] ἕτερον WH Treg
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:20 ἀπέστειλεν WH NIV ] ἀπέσταλκεν Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:21 ἐκείνῃ WH Treg NIV ] αὐτῇ δὲ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:21 ἐχαρίσατο WH Treg NIV ] + τὸ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 τυφλοὶ WH NIV ] ὅτι τυφλοὶ Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 κωφοὶ Treg RP ] καὶ κωφοὶ WH NIV
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:24 πρὸς τοὺς ὄχλους WH Treg NIV ] τοῖς ὄχλοις RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:24 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:25 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:26 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:27 Ἰδοὺ WH Treg NIV ] + ἐγώ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:28 λέγω WH Treg NIV ] + γὰρ RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:28 Ἰωάννου WH NIV ] προφήτης Ἰωάννου Treg; προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ RP